Ancient Greek · ~8 min
Section 34
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 34
Not analysed yet
Ὁ δὲ νεανίσκος ἔλεγεν τῷ ἀποστόλῳ μετὰ πολλῶν δακρύων· Τί ἥμαρτον εἰς σέ; ἄνθρωπος γὰρ εἶ δύο μορφὰς ἔχων, καὶ ὅπου ἂν θέλῃς ἐκεῖ εὑρίσκῃ, καὶ ὑπ᾽ οὐδενὸς ἐπέχῃ, ὡς ἐγὼ ὁρῶ. ἐθεασάμην γὰρ τὸν ἄνδρα ἐκεῖνον, ὡς παρέστηκά σοι, ὃς καὶ ἔλεγέν σοι· Πολλὰ ἔχω δεῖξαι διὰ σοῦ θαυμάσια, καὶ ἔργα μεγάλα ἔχω διὰ σοῦ τελέσαι, δι᾽ ὧν μισθὸν λήψῃ· καὶ πολλοὺς ποιήσεις ζῆσαι, καὶ ἔσονται ἐν ἀναπαύσει ἐν φωτὶ αἰωνίῳ ὡς τέκνα θεοῦ· σὺ οὗν ζωοποίησόν φησιν περὶ ἐμοῦ σοι λέγων τοῦτον τὸν νεανίσκον καταβληθέντα ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἐν παντὶ καιρῷ ἔφορος αὐτοῦ γενοῦ. Καλῶς οὖν ἥκεις ἐνθάδε, καὶ πάλιν καλῶς πρὸς αὐτὸν ἀπελεύσῃ, καὶ αὐτοῦ ὅλως μὴ ἀπολειπομένου σου. ἐγὼ δὲ ἐγενόμην ἄνευ φροντίδος καὶ ὀνειδισμοῦ· καὶ ἐπέφαυσέν μοι ἀπὸ τῆς φροντίδος τῆς νυκτερινῆς καὶ ἀνεπάην ἀπὸ τῆς ἐργασίας τῆς ἡμερινῆς· ἀπηλλάγην δὲ καὶ ἀπὸ τοῦ παροξύναντός με ταῦτα πράττειν, ἥμαρτον εἰς ἐκεῖνον τὸν τὰ ἐναντία διδάξαντά με· καὶ ἀπώλεσα ἐκεῖνον τὸν τῆς νυκτὸς συγγενῆ τὸν ἀναγκάζοντά με ἁμαρτάνειν ταῖς αὐτοῦ πράξεσιν, εὗρον δὲ ἐκεῖνον τὸν φεγγώδη ὄντα μου συγγενῆ. ἀπώλεσα μὲν ἐκεῖνον τὸν σκοτίζοντα καὶ ἀμαυροῦντα τοὺς ἑαυτοῦ ὑπηκόους, ἵνα μὴ γνῶσιν ἃ διαπράττονται, καὶ ἐν τοῖς ἔργοις αὐτῶν αἰσχυνθέντες ἀπόσχωνται ἀπ᾽ αὐτῶν, καὶ αἱ τούτων πράξεις τέλος σχῶσιν· εὗρον δὲ ἐκεῖνον οὗ τὰ ἔργα φῶς ἐστιν καὶ αἱ πράξεις ἀλήθεια, ἃ διαπραττόμενός τις οὐ μεταγινώσκει. ἀπηλλάγην δὲ καὶ ἀπ᾽ἐκείνου οὗ τὸ ψεῦδος παράμονον, οὗ καὶ τὸ κάλυμμα προζεται ηγεῖται σκότος, ὄπισθεν δὲ παρέπεται καὶ αἰσχύνη ἀναιδευοματος· μένη ἐν ἀπραγίᾳ· εὗρον δὲ τὸν καλά μοι φανεροῦντα εἰς τὸ λαβέσθαι με τούτων, τὸν τῆς ἀληθείας υἱόν, συγγενῆ ὄντα τῆς ὁμονοίας, ὃς τὴν ὁμίχλην ἀποσοβῶν τὴν ἑαυτοῦ κτίσιν φωτίζει καὶ τὸς πληγὰς θεραπεύων τοὺς ἐχθροὺς αὐτῆς καταστρέφει. ἀλλὰ δέομαί σου ἄνθρωπε τοῦ θεοῦ ποίησόν με πάλιν θεάσασθαι αὐτὸν καὶ ἰδεῖν τοῦτον τὸν νῦν ἀπόκρυφόν μοι γενόμενον, ἵνα καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσω, ἧς τὸ θαῦμα ἐξειπεῖν οὐ δύναμαι· οὐκ ἔστιν γὰρ τῆς φύσεως τούτου τοῦ ὀργάνου τοῦ σωματικοῦ.