Ancient Greek · ~3 min
Section 47
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 47
Not analysed yet
(44) Ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Οὐδὲν ξένον οὐδὲ ἀλλότριον ἔδειξεν ὁ δαίμων ἐκεῖνος ἀλλὰ τὴν φύσιν αὐτοῦ, ἐν ᾗ καὶ κατακαυθήσεται· καὶ γὰρ τὸ πῦρ αὐτὸν καταναλώσει, καὶ ὁ τούτου καπνὸς διασκεδασθήσεται. Καὶ ἤρξατο λέγειν· Ἰησοῦ τὸ μυστήριον τὸ ἀπόκρυφον ὃ ἡμῖν ἀπεκαλύφθη, σὺ εἶ ὁ ἐκφάνας ἡμῖν μυστήρια πάμπολλα, ὁ ἀφορίσας με κατ᾽ ἰδίαν ἐκ τῶν ἑταίρων μου πάντων, καὶ εἰπών μοι τρεῖς λόγους ἐν οἷς ἐγὼ ἐκπυροῦμαι, καὶ ἄλλοις εἰπεῖν αὐτὰ οὐ δύναμαι· Ἰησοῦ ἄνθρωπε πεφονευμένε νεκρὲ τεθαμμένε· Ἰησοῦ θεὲ ἐκ θεοῦ, σωτὴρ ὁ τοὺς νεκροὺς ζωοποιῶν καὶ τοὺς νοσοῦντας ἰώμενος· Ἰησοῦ ὁ ἐπιδεόμενος ὥσπερ καὶ σῴζων ὡς ἀνενδεής, ὁ τοὺς ἰχθύας θηρεύων εἰς τὸ ἄριστον καὶ εἰς τὸ δεῖπνον, ὁ πάντας ἐν πλησμονῇ καθιστῶν ἐν μικρῷ ἄρτῳ· Ἰησοῦ ὁ ἐπαναπαυόμενος ἀπὸ τῆς ὁδοιπορίας τοῦ καμάτου ὡς ἄνθρωπος καὶ ἐπὶ τοῖς κύμασι περιπατῶν ὡς θεός·