Ancient Greek · ~4 min
Section 46
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 46
Not analysed yet
(43) Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἔκλαιεν λέγων· Ἀφίημί σετὴν καλλίστην μου σύζυγον, ἣν πρώην πολλῷ χρόνῳ εὗρον καὶ ἀνεπάην· καταλιμπάνω σε τὴν βεβαίαν μου ἀδελφὴν τὴν ἀγαπητὴν ἐν ᾗ ηὐδόκησα. τί ποιήσω οὐκ οἶδα, ἢ τίνα ἐπικαλέσομαι ἵνα μοι ἐπακούσας ἐπαμύνῃ. οἶδα τί ποιήσω· ἀπελεύσομαι εἴς τινας τόπους ἔνθα ἡ φήμη τοῦ ἀνδρὸς τούτου οὐκ ἠκούσθη, καὶ τάχα σε τὴν ἐμὴν ἀγαπητὴν ἀντονομάσω. Καὶ ἐπάρας αὐτοῦ τὴν φωνὴν εἶπεν· Μένε ἐν εἰρήνῃ, τὸ καταφύγιον λαβοῦσα εἰς τὸν μείζονά μου· ἐγὼ δὲ ἀπελεύσομαι καὶ ζητήσω σου ὁμοίαν, καὶ ἐὰν μὴ εὕρω, πάλιν ἐπὶ σὲ ἐπιστρέφω· οἶδα γὰρ ὅτι τούτου τοῦ ἀνδρὸς ἔγγιστα ὑπάρχουσα εἰς αὐτὸν τὸ καταφύγιον ἔχεις, αὐτοῦ δὲ ἀποστάντος ἔσῃ ὁποία καὶ ἦς πρὸ τοῦ αὐτὸν ἐπιφανῆναι, καὶ αὐτὸν μὲν ἐπιλήσῃ, ἐμοὶ δὲ καιρὸς καὶ παρρησία γενήσεται· νῦν δὲ τὸ ὄνομα τοῦ σὲ ῥυσαμένου φοβοῦμαι. Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἀφανὴς ἐγένετο, μόνον δὲ ἀποστάντος αὐτοῦ πῦρ καὶ καπνὸς ὤφθη ἐκεῖ· καὶ πάντες οἱ ἐκεῖσε παρεστῶτες ἔκπληκτοι γεγόνασιν.