Ancient Greek · ~6 min
Section 53
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 53
Not analysed yet
(50) Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῦρο ἀπελθωμεν εἰς τὸ πανδοχεῖον ὅπου τοῦτο τὸ ἔργον διεπράξω, καὶ ἴδωμεν τὸ γεγονός. Προηγεῖτο δὲ ὁ νεώτερος τοῦ ἀποστόλου εἰς τὴν ὁδόν· γενόμενοι δὲ ἐν τῷ πανδοχείῳ εὗρον αὐτὴν κειμένην. ἰδὼν δὲ αὐτὴν ὁ ἀπόστολος ἠθύμησεν· κόρη γὰρ ἦν εὔμορφος. καὶ ἐκέλευσεν αὐτὴν ἐνεχθῆναι ἐν τῷ μέσῳ τοῦ ξενοδοχείου. ἐπιθέντες δὲ αὐτὴν εἰς κράββατον ἐξήνεγκαν καὶ ἔθηκαν εἰς τὸ μέσον τῆς αὐλῆς τοῦ πανδοχείου. ἐπέθηκεν δὲ αὐτῇ τὴν χεῖρα αὐτοῦ ὁ ἀπόστολος καὶ ἤρξατο λέγειν· Ἰησοῦ, ὃς πάντοτε φαίνῃ ἡμῖν, τοῦτο γὰρ βούλει, ἡμᾶς πάντοτε σὲ ἐπιζητεῖν, καὶ αὐτὸς ἡμῖν ἔδωκας ταύτην τὴν ἐξουσίαν τοῦ αἰτεῖσθαι καὶ λαμβάνειν, καὶ οὐ μόνον τοῦτο ἐπέτρεψας, ἀλλὰ καὶ τὸ εὔξασθαι ἡμᾶς ἐδίδαξας· ὁ οὐχ ὁρώμενος παρὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς, τοῖς δὲ τῆς ψυχῆς ἡμῶν οὐδ᾽ ὅλως ἀποχρυπτόμενος, καὶ τῇ μὲν ἰδέᾳ ἀπόκρυφος, τοῖς δὲ ἔργοις φανερούμενος ἡμῖν· καὶ ταῖς μὲν πράξεσί σου ταῖς πολλαῖς καθὼς χωροῦμεν ἐπεγνώκαμέν σε, αὐτὸς δὲ ἀμέτρως δέδωκας ἡμῖν τὰ δόματά σου εἰπών· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· Δεόμεθα οὖν ὑποψίαν ἔχοντες τῶν ἁμαρτημάτων ἡμῶν· αἰτοῦμεν δέ σε οὐ πλοῦτον, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐκ ἄλλο τι τῶν ἀπὸ τῆς γῆς γινομένων καὶ πάλιν εἰς τὴν γῆν χωρούντων, ἀλλὰ τοῦτο δεόμεθά σου καὶ παρακαλοῦμεν, ἵνα ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ ἐγείρῃς ταύτην τὴν κειμένην ἐν τῇ σῇ δυνάμει εἰς δόξαν καὶ πίστιν τῶν παρεστώτων.