Ancient Greek · ~4 min
Section 55
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 55
Not analysed yet
(52) Ὁ δὲ ἀπόστολός φησιν πρὸς αὐτήν· Ἐξήγησαι ἡμῖν ποῦ παρεγένου. Ἣ δὲ ἀπεκρίνατο· Σὺ ὁ σὺν ἐμοὶ ὤν, ᾧ καὶ παρεδόθην, βούλει ἀκοῦσαι; Καὶ ἤρξατο λέγειν· Ἄνθρωπός τις παρέλαβέν με ἀπεχθὴς τῇ ἰδέᾳ, μέλας ὅλος, ἡ δὲ τούτου ἐσθὴς πάνυ ῥερυπωμένη· ἀπήγαγεν δέ με εἴς τινα τόπον ἐν ᾧ πολλὰ χάσματα ὑπῆρχεν, καὶ πολλὴ δυσωδία καὶ ἀποφορὰ ἐχθίστη ἐκεῖθεν ἀπεδίδετο, ἐποίει δέ με εἰς ἕκαστον χάσμα παρακύψαι, καὶ εἶδον ἐν τῷ χάσματι πῦρ φλεγόμενον, καὶ τροχοὶ πυρὸς ἐκεῖσε ἔτρεχον, ψυχαὶ δὲ ἐνεκρέμαντο ἐν τοῖς τροχοῖς ἐκείνοις, ἀλλήλαις προσρηγνύμεναι· βοὴ δὲ καὶ ὀλολυγμὸς πλεῖστος ὑπῆρχεν ἐκεῖ, οὐδεὶς δὲ ἦν ὁ λυτρούμενος. ἔλεγεν δέ μοι ὁ ἀνὴρ ἐκεῖνος· Αὗται αἱ ψυχαὶ ὁμόφυλοί σού εἰσιν, καὶ ἐν ἡμέραις ἀριθμοῦ παρεδόθησαν εἰς κόλασιν καὶ ἔκτριψιν, καὶ τότε ἄλλαι εἰσάγονται ἀντ᾽ αὐτῶν, ὁμοίως δὲ πάλιν καὶ αὐταὶ ἐν ἄλλῳ· αὗταί εἰσιν αἱ μεταλλάξασαι ἀνδρὸς καὶ γυναικὸς τὴν συνουσίαν. Καὶ κατοπτεύσασα εἶδον βρέφη ἐπ᾽ ἄλληλα σεσωρευμένα καὶ παλαίοντα ἀλλήλοις ἐπικείμενα. ὃ δὲ ἀποκριθεὶς εἶπέν μοι· Ταῦτά ἐστιν τὰ τούτων βρέφη, καὶ διὰ τοῦτο ἐνθάδε ἐτέθησαν εἰς μαρτύριον αὐτῶν.