Ancient Greek · ~5 min
Section 56
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 56
Not analysed yet
(53) Ἀπήγαγεν δέ με εἰς ἄλλο χάσμα, καὶ παρακύψασα εἶδον βόρβορον καὶ σκώληκας ἀναβρύοντας, καὶ ψυχὰς ἐκεῖ κυλιομένας, καὶ βρυγμὸν μέγαν ἐκεῖθεν ἐξ αὐτῶν ἀκουόμενον. καὶ εἶπεν πρός με ὁ ἄνθρωπος ἐκεῖνος· Αὗται αἱ ψυχαὶ γυναικῶν εἰσιν αἱ καταλείψασαι τοὺς ἄνδρας αὐτῶν καὶ εἰς ἄλλους μοιχεύσασαι καὶ εἰς ταύτην τὴν βάσανον ἐνεχθεῖσαι. Ἄλλο μοι χάσμα ἔδειξεν, εἰς ὃ παρακύψασα εἶδον ψυχὰς τὰς μὲν κρεμαμένας διὰ τῆς γλώττης, τὰς δὲ διὰ τῶν πλοκάμων, τὰς δὲ διὰ τῶν χειρῶν, τὰς δὲ διὰ τῶν ποδῶν κατὰ κεφαλῆς, καὶ καπνὸν καὶ θεῖον καπνιζομένας· περὶ ὧν ἀπεκρίνατό μοι ὁ ἀνὴρ ἐκεῖνος ὁ σὺν ἐμοὶ ὤν· Αἱ μὲν ψυχαὶ αὗται αἱ κρεμασθεῖσαι διὰ τῆς γλώσσης διάβολοί εἰσιν, καὶ ψευδεῖς λόγους καὶ αἰσχροὺς φθεγγόμεναι, καὶ μὴ αἰδούμεναι· αἱ δὲ διὰ τῶν τριχῶν κρεμάμεναι ἄχρωμοί εἰσιν αἱ μηδ᾽ ὅλως αἰδούμεναι καὶγυμνοκέφαλοι ἐν τῷ κόσμῳ περιάγουσαι· αἱ δὲ δια τῶν χειρῶν κρεμασθεῖσαι αὗταί εἰσιν αἱ τὰ ἀλλότρια ἀφελόμεναι καὶ κλέψασαι, καὶ μετρίοις μὴ ἐπιδοῦσαι μηδέποτε μηδέν, μηδὲ ἐπαρκήσασαι τοῖς τεθλιμμένοις, ἀλλὰ τοῦτο ἐποίουν τὰ πάντα λαμβάνειν θέλουσαι, καὶ μηδὲ ὅλως τῆς δίκης καὶ τῆς νομοθεσίας φροντίδα ποιησάμεναι· αἱ δὲ διὰ τῶν ποδῶν διάστροφοι κρεμάμεναι αὗταί εἰσιν αἱ κούφως μὲν καὶ προθύμως τρέχουσαι ὁδοῖς πονηραῖς καὶ πορείαις ἀτάκτοις, νοσοῦντας μὴ ἐπισκεπτόμεναι καὶ τοὺς ἐξιόντας τοῦ βίου μὴ προκομίζουσαι, καὶ διὰ τοῦτο μία καὶ ἑκάστη ψυχὴ ἀπολαμβάνει τὰ πεπραγμένα αὐτῇ.