Ancient Greek · ~3 min
Section 60
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 60
Not analysed yet
(57) Ὁ δὲ ἀπόστολος εἶπεν· Δόξα τῷ μονογενεῖ τῷ ἀπο τοῦ πατρός, δόξα τῷ πρωτοτόκῳ τῶν πολλῶν ἀδελφῶν, δόξα σοι τῷ ἐπαμύντορι καὶ βοηθῷ τῶν εἰς τὸ καταφύγιόν σου ἐρχομένων· ὁ ἄυπνος καὶ τοὺς ἐν ὕπνῳ διεγείρων, ὁ ζῶν καὶ ζωοποιῶν τοὺς ἐν τῷ θανάτῳ κατακειμένους· θεὲ Ἰησοῦ Χριστέ, τοῦ θεοῦ τοῦ ζῶντος υἱέ, ὁ λυτρωτὴς καὶ βοηθός, ἡ καταφυγὴ καὶ ἀνάπαυσις πάντων τῶν καμνόντων ἐν τῇ σῇ ἐργασίᾳ, ἴασιν δὲ παρέχων ἐκείνοις τοῖς διὰ τὸ σὸν ὄνομα ὑποφέρουσιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα· εὐχαριστοῦμεν τοῖς παρὰ σοῦ χαρίσμασιν δοθεῖσιν ἡμῖν καὶ τῇ παρὰ σοῦ βοηθείᾳ χαρισθεῖσιν ἡμῖν καὶ τῇ οἰκονομίᾳ σου τῇ ἐλθούσῃ ἀπὸ σοῦ εἰς ἡμᾶς.