Ancient Greek · ~6 min
Section 59
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 59
Not analysed yet
(56) Πᾶς οὖν ὁ λαὸς ἐπίστευσεν, καὶ τὰς ἑαυτῶν ψυχὰς πειθηνίους παρέσχον τῷ θεῷ τῷ ζῶντι καὶ τῷ Χριστῷ Ἰησοῦ, εὐωχούμενοι ἐν τοῖς ἔργοις αὐτοῦ τοῖς εὐλογημένοις τοῦὑψίστου καὶ τῇ διακονίᾳ αὐτοῦ τῇ ἁγία. ἐκόμιζον δὲ χρήματα πολλὰ εἰς διακονίαν τῶν χηρῶν· εἶχεν γὰρ ἐν ταῖς πόλεσιν συνηθροισμένας, καὶ πάσας αὐτὰς διὰ τῶν ἰδίων διακόνων ἀπέστελλεν τὰ ἐπιτήδεια, τά τε ἐνδύματα καὶ τὰ πρὸς τὴν τροφήν. αὐτὸς δὲ οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων αὐτοῖς καὶ ὑποδεικνύων ὅτι οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς περὶ οὗ αἱ γραφαὶ ἐκήρυξαν, ὃς ἐλθὼν σταυροῦται καὶ ἐγείρεται διὰ τριῶν ἡμερῶν ἐκ νεκρῶν. ὑπεδείκνυεν δὲ αὐτοῖς δεύτερον σαφηνίζων ἀπὸ τῶν προφητῶν ἀρξάμενος τὰ περὶ τοῦ Χριστοῦ, ὅτι ἔδει αὐτὸν ἐλθεῖν καὶ ἐν αὐτῷ τελεσθῆναι πάντα τὰ προριστοῦμεν λεχθέντα περὶ αὐτοῦ. διέδραμεν δὲ ἡ τούτου φήμη εἰς πάσας τὰς πόλεις καὶ χώρας, καὶ πάντες οἱ ἔχοντες νοσοῦντας ἢ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων προσέφερον, οὓς δὲ καὶ ἐν τῇ ὁδῷ ἐτίθουν ἐν ᾗ ἔμελλεν διελθεῖν, καὶ πάντας ἐν τῇ δυνάμει τοῦ κυρίου ἐθεράπευεν. τότε εἶπον πάντες ὁμοθυμαδὸν οἱ δι᾽ αὐτοῦ ἰαθέντες μίᾷ φωνῇ· Δόξα σοι Ἰησοῦ τῷ τὴν θεραπείαν ἐξ ἴσου παρασχόντι διὰ τοῦ σοῦ δούλου καὶἀποστόλου Θωμᾶ. καὶ ὑγιαίνοντες καὶ χαίροντες δεόμεθά σου γενέσθαι τῆς σῆς ἀγέλης καὶ ἐναριθμηθῆναι εἰς τὰ σὰ πρόβατα· δέξαι οὖν ἡμᾶς κύριε καὶ μὴ λογίσῃ ἡμῶν τὰ παραπτώματα ἡμῶν καὶ τὰ πρῶτα σφάλματα ἃ διεπραξαμεθα ἐν ἀγνοίᾳ ὄντες.