Ancient Greek · ~3 min
Section 87
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 87
Not analysed yet
Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἀλλήλους συνεπάτουν θλίβοντες· ἡ δὲ γυνὴ Χαρισίου τοῦ συγγενοῦς τοῦ βασιλέως ἐκπηδήσασα ἐκ τοῦ δίφρου καὶ ἑαυτὴν ῥίψασα ἐπὶ τῆς γῆς ἔμπροσθεν τοῦ ἀποστόλου καὶ τῶν ποδῶν αὐτοῦ ἁπτομένη καὶ δεομένη ἔλεγεν· Μαθητὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰσῆλθες εἰς χώραν ἔρημον· ἐν ἐρημίᾳ γὰρ οἰκοῦμεν, ἐοικότες ζῴοις ἀλόγοις ἐν τῇ ἀναστροφῇ ἡμῶν· νῦν δὲ διὰ τῶν σῶν χειρῶν σωθησόμεθα· δέομαι οὖν σου, φρόντισόν μου καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ἡ εὐσπλαγχνία τοῦ ὑπὸ σοῦ καταγγελλομένου θεοῦ γένηται ἐπ᾽ ἐμέ, κἀγὼ γένωμαι αὐτοῦοἰκητήριον, καὶ καταλλαγῶ ἐν τῇ εὐχῇ καὶ τῇ ἐλπίδι καὶ τῇ πίστει αὐτοῦ, καὶ δέξωμαι κἀγὼ σφραγῖδα, καὶ γένωμαι ναὸς ἅγιος, καὶ κατοικήσῃ ἐν ἐμοὶ αὐτός.