Ancient Greek · ~4 min
Section 86
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 86
Not analysed yet
ἡ δὲ πρᾳότης τόν θάνατον ὑπέταξεν, ὑπ᾽ ἐξουσίαν αὐτὸν ποιήσασα· ἡ πρᾳότης τὸνἐχθρὸν κατεδουλώσατο· τὸν ἡ πρᾳότης ζυγός ἐστιν ἀγαθός· ἡ πρᾳότης οὐδένα φοβεῖται καὶ τοῖς πολλοῖς οὐκ ἐναντιοιῦται· ἡ πρᾳότης εἰρήνη ἐστὶν καὶ χαρὰ καὶ ἀγαλλίασις τῆς ἀναπαύσεως· μείνατε οὖν ἐν τῇ ἁγιωσύνῃ καὶ δέξασθε τὴν ἀμεριμνίαν καὶ ἐγγὺς γίνεσθε τῆς πρᾳότητος· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις εἰκονογραφεῖται ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. ἡ ἁγιωσύνη ναός ἐστιν τοῦ Χριστοῦ, καὶ ὁ οἰκῶν ἐν αὐτῇ οἰκητήριον αὐτὴν κτᾶται· τεσσαράκοντα γὰρ ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐνήστευσεν οὐδενὸς γευσάμενος· καὶ ὁ ταύτην φυλάττων ἐν αὐτῇ οἰκήσει ὡς ἐν ὄρει. ἡ δὲ πρᾳότης καύχημα αὐτοῦ ἐστιν· εἶπεν γὰρ Πέτρῳ τῷ συναποστόλῳ ἡμῶν· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὰ ὀπίσω καὶ ἀποκατάστησον εἰς τὴν θήκην αὐτῆς· εἰ γὰρ ἤθελον τοῦτο ποιῆσαι, μὴ οὐκ ἠδυνάμην πλέον ἣ δώδεκα λεγεῶνας παρὰ τοῦ πατρός μου παραστῆσαι ἀγγέλων;