Ancient Greek · ~3 min
Section 89
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 89
Not analysed yet
Χαρίσιος δὲ ὁ συγγενὴς Μισδαίου τοῦ βασιλέως λουσάμενος ἀνῆλθεν καὶ ἀνεκλίθη δειπνῆσαι. ἐξήταζεν δὲ περὶ τῆς ἰδίας γαμετῆς ποῦ ἐστιν· οὐ γὰρ ἐληλύθει εἰς άπάντησιν αὐτοῦ ἀπὸ τοῦ ἰδίου κοιτῶνος ὡς ἔθος εἶχεν· αἱ δὲ θεραπαινίδαι αὐτῆς εἶπον αὐτῷ· Ἀνωμάλως ἔχει. Ὃ δὲ εἰσπηδήσας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὴν κατακειμένην εἰς τὴν κοίτην καὶ ἐσκεπασμένην· καὶ ἀνακαλύψας αὐτὴν κατεφίλησεν αὐτὴν λέγων· Τίνος ἕνεκεν σήμερον περίλυπος εἶ; Ἣ δὲ εἶπεν· Ἀνωμάλως ἔχω. Ὃ δὲ λέγει πρὸς αὐτήν· Διὰ τί γάρ σχῆμα οὐκ ἐποίησας τῆς σῆς ἐλευθερίας καὶ ἔμεινας ἐν τῷ οἴκῳ σου, ἀλλ᾽ ἀπελθοῦσα κατήκουσας λόγων ματαίων καὶ ἔργα μαγικὰ ἐθεάσω; ἀλλὰ ἀνάστα, συνδείπνησόν μοι· ἄνευ γὰρ σοῦ οὐ δύναμαι δειπνῆσαι. Ἣ δὲ εἶπεν πρὸς αὐτόν · Σήμερον παραιτοῦμαι· πάνυ γὰρ πεφόβημαι.