Ancient Greek · ~2 min
Section 90
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 90
Not analysed yet
Ταῦτα ἀκούσας ὁ Χαρίσιος παρὰ τῆς Μυγδονίας οὐκ ἠβουλήθη ἐξελθεῖν ἐπὶ τὸ δεῖπνον, ἀλλὰ παρεκελεύσατο τοῖς οἰκείοις αὐτοῦ ἵνα προσαγάγωσιν αὐτὴν συνδειπνῆσαι αὐτῷ· εἰσαγαγόντων οὖν ἠξίουν αὐτὴν συνδειπνῆσαι αὐτῷ· ἣ δὲ παρῃτεῖτο. μὴ βουληθείσης οὖν αὐτῆς μόνος ἐδείπνησεν λέγων αὐτῇ· Διὰ σὲ παρῃτησάμην δειπνῆσαι παρὰ τῷ βασιλεῖ Μισδαίῳ, καὶ σὺ οὐκ ἠβουλήθης συνδειπνῆσαί μοι; Ἣ δὲ ἔφη· Διὰ τὸ ἀνωμάλως με ἔχειν. Ἀναστὰς οὖν ὁ Χαρίσιος κατὰ τὸ εἰωθὸς ἐβούλετο συγκαθεύδειν αὐτῇ· ἣ δὲ ἔφη· Οὐκ εἶπόν σοι τὴν σήμερον παραιτήσασθαι;