Ancient Greek · ~4 min
Section 95
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 95
Not analysed yet
Χαρίσιος δὲ ὁ τοῦ βασιλέως συγγενής τε καὶ φίλος ἦλθεν ἐπὶ τὸ ἄριστον καὶ οὐχ εὗρεν αὐτοῦ τὴν γαμετὴν ἐν τῇ οἰκίᾳ· καὶ ἐξήταζεν πάντας ἐν τῷ οἴκῳ αὐτοῦ· Ποῦ ἀπῆλθεν ἡ δέσποινα ὑμῶν; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν εἶπεν ὅτι Πρὸς τὸν ξένον ἐκεῖνον ἀπῆλθεν. Ὃ δὲ ταῦτα ἀκούσας παρὰ τοῦ δούλου αὐτοῦ ἠγανάκτησεν πρὸς τοὺς λοιποὺς αὐτοῦ οἰκείους, ὅτι οὐκ εὐθὺς αὐτῷ ἀνήγγειλαν τὸ γεγονός· καὶ καθεσθεὶς ταύτην ἐξεδέχετο. ἐσπέρας δὲ γενομένης εἰσιούσης αὐτῆς ἐν τῷ οἴκῳ εἶπεν αὐτῇ· Ποῦ ἦς; Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Εἰς τὸν ἰατρόν. Ὃ δὲ εἶπεν· Ἐκεῖνος ὁ ξένος ἰατρός ἐστιν; Ἣ δὲ εἶπεν· Ναί, ἰατρός ἐστιν ψυχῶν· οἱ γὰρ πολλοὶ τῶν ἰατρῶν σώματα ἰατρεύουσιν τὰ λυόμενα, οὗτος δὲ ψυχὰς τὰς μὴ φθειρομένας. Ταῦτα ἀκούσας ὁ Χαρίσιος πάνυ ἐν ἑαυτῷ ἐχαλέπαινεν πρὸς τὴν Μυγδονίαν διὰ τὸν ἀπόστολον· οὐδὲν δὲ ἀπεκρίνατο αὐτῇ φοβούμενος· βελτίω γὰρ αὐτοῦ ὑπῆρχεν καὶ τῷ πλούτῳ καὶ τῇ γνώμῃ· ἀπῆλθεν δὲ ἐπὶ τὸ δεῖπνον, αὐτὴ δὲ εἰς τὸν κοιτῶνα αὐτῆς εἰσῄει. ὃ δὲ εἶπεν τοῖς οἰκέταις· Καλέσατε αὐτὴν ἐπὶ τὸ δεῖπνον. Ἣ δὲ οὐκ ἐβούλετο.