Ancient Greek · ~4 min
Section 96
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 96
Not analysed yet
Ἀκούσας δὲ ὅτι οὐ βούλεται ἐξελθεῖν ἀπὸ τοῦ κοιτῶνος, εἰσελθὼν εἶπεν αὐτῇ· Τίνος ἕνεκεν οὐ βούλει συνδειπνῆσαί μοι, τάχα δὲ οὐδὲ συγκαθευδῆσαι κατὰ τὸ εἰωθός; καὶ περὶ τούτου μείζονα τὴν ὑποψίαν ἔχω· ἥκουσα γὰρ ὅτε ὁ μάγος ἐκεῖνος καὶ πλάνος τοῦτο διδάσκει, ἵνα μή τις συνοκήσῃ γυναικὶ ἰδίᾳ, καὶ ὃ ἡ φύσις ἀπαιτεῖν οἶδεν καὶ ἡ θεότης ἐνομοθέτησεν αὐτὸς ἀνατρέπει. Ταῦτα εἰπόντος τοῦ Χαρισίου ἡ Μυγδονία ἡσύχαζεν. λέγει πάλιν πρὸς αὐτὴν· Κυρία μου καὶ σύμβιέ μου Μυγδονία μὴ πλανῶ λόγοις ἀπατηλοῖς καὶ ματαίοις, μηδὲ τοῖς ἔργοις τῆς μαγείας οἷς ἥκουσα τοῦτον διαπραττόμενον εἰς ὄνομα πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος· οὐ γὰρ ἠκούσθη ποτὲ ἐν τῷ κόσμῳ τούτῳ ὅτι νεκρόν τις ἤγειρεν· ὡς δὲ ἀκούω τὰ περὶ τούτου φημιζόμενα ὅτι νεκροὺς ἐγείρει. καὶ ὅτι οὐδὲ ἐσθίει οὔτε πίνει, μὴ οὖν νομίσῃς ὅτι διὰ δικαιοσύνην οὔτε ἐσθίει οὔτε πίνει· τοῦτο δὲ ποιεῖ διὰ τὸ μηδὲν κεκτῆσθαι αὐτόν· τί γὰρ ἂν ποιήσειεν ὃς οὐδὲ τὸν ἡμερήσιον ἄρτον ἔχει; καὶ ἓν ἔνδυμα ἔχει διὰ τὸ πένητα εἶναι αὐτόν· τὸ δὲ μὴ λαμβάνειν παρά τινός τι συγγινώσκωνἑαυτὸν τοῦ θεραπεύειν.