Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.17
Not analysed yet
Πόδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη ἀνδρὸς σημαίνουσι καὶ ἀνδρείαν, ἀπαλοὶ δὲ πόδες καὶ σαρκωδέστεροι τοιαῦτα καὶ τὰ ἤθη παρέχουσι τουτέστιν ἁπαλὰ καὶ ἐν παντὶ Matr. συνερχομένους τοὺς τοιούτους σημαίνουσιν ἄνδρας. πόδες κολοβοὶ καὶ παχεῖς θηριώδους ψυχῆς [σημείων] σημαντικοί· οἱ δὲ μακροὶ πάνυ πολυπράγμονος ἢ κακομηχάνου εἰσὶν ἀνδρός, μικροὶ δὲ πόδες καὶ λεπτοὶ πανοῦργον ἄνδρα ση- μαίνουσι τὸν κεκτημένον. πόδες κυρτοὶ ἢ [οἱ ]κάτωθεν κοῖλοι κακοί· ὁμοίως καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανούργους δηλοῦσι τοὺς κεκτημένους.