Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 13
Not analysed yet
Τῶν ἐξεχόντων ὀφθαλμῶν, οἳ οὔκ εἰσιν ἐπαι- νετοί, τοῖς μὲν οἴδημα περίκειται κύκλῳ, τοῖς δὲ ὡς τάφρος βαθεῖα καὶ στενὴ περιθέει· δολεροὶ τὸ ἦθος· οἱ δὲ 〈πάντη〉 ἀνεστηκότες μαργοσύνην κατηγοροῦσι. προπετεῖς ὀφθαλμοὶ αἱματώδεις οἰνοφλύγων καὶ γαστρι- μάργων. εἰ δὲ γλαυκοὶ οὗτοι εἶεν, ἀδίκους μέν, ἀσυνέ- τους δὲ ἴσθι. εἰ δὲ καὶ τὰ βλέφαρα αὐτοὺς βαρύνει, πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντες εἶεν ξηροί, πατρο- φόνιαι καὶ μητροφόνται παιδοκτόνοι τε καὶ φαρμακεῖς. εἰ δὲ ὑψηλοὶ ὄντες ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς εἶεν καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σω- κράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροὶ πάνυ καὶ πυρροὶ οὐ φρενήρη, ἀλλὰ παρειμένον καὶ τὸ σῶμα καὶ τὴν γλῶτταν εἶναί φασιν.