Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 14
Not analysed yet
Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ μάργους ἐλέγχουσιν. ὅσοι δὲ ὥσπερ ἐκθρώσκοντες πάλλονται, κακοὶ οὗτοι, ἐὰν μὴ μεγέθους εὖ ἔχωσι καὶ ὑγρὸν καὶ λαμπρὸν βλέ- πωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοήματα ἁδρά, ὑψηλά, δραστήρια ἔργων μεγάλων παρέχονται, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντες, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγάλαυχοι, κουφόνους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν ὀρέγονται μεῖζον ἢ κατʼ ἀνθρώπους, ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες φθαλ- μοὶ ἀστεργεῖς, ὠμόφρονες ,γαστρίμαργοι, λάγνοι, κι- θάρας καὶ αὐλοῦ καὶ μουσικῆς ἥττους. τὰ δὲ ἄλλα ἐκ τῶν ἄλλων σημείων τεκμαίρου. ὀφθαλμοὶ περι- πελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ὁμολογοίη, ἄπιστοι, ἄδικοι, πάντολμοι.