Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 16
Not analysed yet
Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ κἂν φῶς ἐν αὐτοῖς ᾖ, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς εἴη, θερμουργίαν καὶ παν- τολμίαν δηλοῖ, ὡς ἐγγὺς μανίας ἥκειν, εἰ δὲ ἐν χαρο- 5 ποῖς εἴη, δειλίαν· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πτώσσουσι καὶ πάντα ὑπονοοῦσι· μέλανες δὲ ὀφθαλ- μοὶ μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ καὶ κακο- μήχανοι σφόδρα. εἰ δὲ οἱ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελῷεν, εἰς ἀκρότητα 〈πάσης〉 κακίας ἥκουσιν. ὀφθαλμοὶ γοργὸν βλέποντες δεινοί· οἱ μὲν γὰρ ὑγρὸν βλέποντες θυμοειδεῖς, ἄλκιμοι, ἀρειμανέες, εὐθυεπεῖς, ταχύεργοι, ἀπρονόητοι, ἄκομψοι, ἄκακοι, οἱ δὲ ξηρὸν κάκιστοι, ἀθέμιστοι. εἰ δὲ καὶ μικρότεροι εἶεν καὶ κοῖλοι, χείρους ,ὠμόφρονες, ἐπίβουλοι, κρυψίνους, παντορέκται. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον βαρὺ νεύει καὶ ὀφρύες εἰσὶ τραχυνόμεναι βλέφαρά τε ὀρθά, 〈θυμὸν〉 σημαίνει καὶ ἀλκὴν μετʼ ἀβουλίας. . . ὅσοι δὲ τὸ μὲν ἐπισκύνιον καὶ τὰς ὀφρῦς τά τε βλέφαρα μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα τραχὺ καὶ πικρόν, χείριστοί εἰσιν οὗτοι πάντων.