Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 15
Not analysed yet
Ὀφθαλμοῖς σκοτίοις ἄτη ἐνοικεῖ, ξηρότεροι δὲ ὄντες ἀπιστότεροι· εἰ δὲ καὶ μικροὶ εἶεν, δολεροί, ἐπί- βουλοι, κακότεχνοι, παλίμβουλοι. ὀφθαλμοὶ σκότιοι ὑγροὶ 〈κοῖλοι〉 αὐτάρκως μεγέθους ἔχοντες εὐσταθεῖς φροντιστήν, πολυθεάμονα, εὐμαθῆ, εὐλαβῆ, δειλὸν καὶ ἐγγὺς φειδωλίας δηλοῦσιν, οἱ δὲ ἀχλυώδεις αὐτῶν δολεροί, ἄπιστοι, ἀκόλαστοι. Οἱ δὲ ἐναντίοι τούτοις εὐφεγγεῖς ἄριστοι ὀφθαλ- μῶν, εἰ μή τι ἄλλο ἀντιλέγει σημεῖον· πάντα γὰρ ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ.