Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 18
Not analysed yet
Ὀφθαλμοὶ σκυθρωπάζοντες ἅμα ὑγρότητι φρον- τίζουσιν 〈ἢ〉 φιλοτεχνοῦσιν· ἐὰν δὲ συμμύωσι 〈καὶ〉 αἱ ὀφρύες ὦσι χαλαραὶ καὶ τὸ μέτωπον χαλαρὸν ἅμα τῇ σκυθρωπότητι, πιστὰ τούτων ἤθη, βέβαια, χρηστά, εὔβουλα, πινυτά. ξηροὶ δὲ ὀφθαλμοὶ λυπηρὸν βλέ- ποντες ἄτης εἰσὶ πλήρεις· εἰ δὲ καὶ μέτωπον εἴη τραχὺ καὶ βλέμμα ἀτενὲς βλέφαρά 〈τε〉 ὀρθά, ἄγρια βουλεύ- ματα τούτοις πᾶν τε ἔργον οὗτοι ποιήσειαν ἄν, καὶ οὐδὲν κακὸν ἀτέλεστον αὐτοῖς.