Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 19
Not analysed yet
Ὁπόσο[ι δὲ ὀφθαλμοὶ πυκνὰ συγκλείονται καὶ αὖθις ὑπανοίγονται, ἐπίβουλοι οὗτοι καὶ ἐπίκλοποι· εἰ μέντοι ὑγροὶ εἶεν, φροντισταὶ καὶ φιλότεχνοι. εἰ δὲ τρόμος αὐτοῖς ἐνείη καὶ ἅμα χρόιης, μαργοσύνην ἢ ἐπιληψίαν δηλοῖ. ὁπόσοις δὲ ἡ αὐτὴ στάσις ἀεί ἐστιν, εἰ μὲν πρὸς τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῖεν, μαχλοσύνην καὶ μαργοσύνην κατηγο- ροῦσιν. εἰ δὲ ὀρθοὶ ὄντες συγκλείοιντο, εἰ μὲν ὑγροὶ εἶεν μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ μετώπου λείου, εὐλαβεῖς, εὔβουλοι, φιλομαθεῖς καὶ γλυκύθυμοι καὶ ἐρωτικοί, εἰ δὲ ξηροὶ εἶεν, θρασεῖς, κακομήχανοι, ἄδικοι. ὁ δὲ πρὸς τούτῳ μέτωπον ἔχων τραχύ, ὀφρῦς συνεστραμμένας, βλέφαρα σκληρὰ πεπηγότα, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι [τοῖς] ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις. ὅσοι δὲ οὐχ οἷοί τέ εἰσι τὰ βλέφαρα ἔχειν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑποκινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.