Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 19-2
Not analysed yet
Ἐὰν ἐπιμήκεις ὦσιν αἱ ὠλέναι, ὡς κατακρε- μασθείσας τὰς χεῖρας ἄχρι τῶν γονάτων ἐξικνεῖσθαι, εὐπραξίας καὶ ἰσχύος τὸ σημεῖον· κολοβοὶ δὲ οὖσαι, ὡς μὴ ἀφικνεῖσθαι εἰς γόνατα καὶ ἐν τῷ ἐσθίειν συν- αντᾶν ταῖς χερσὶ τὴν κεφαλὴν ἀναγκάζεσθαι, κακοθελεῖς καὶ ἐπιχαιρεκάκους καὶ φθονεροὺς δηλοῦσι. καρτερὰς εἶναι ὠλένας καὶ πήχεις ἀγκῶνάς τε ἀρθρώδεις ἄριστον· τὰ γὰρ ἐξίτηλα ἄνανδρα, τὰ δὲ πάνυ σαρκώδη ἀμαθῆ καὶ ἀναίσθητα.