Ancient Greek
17 to 18
Adamantius Judaeus, Physiognomonica 17-2-18
Not analysed yet
Κλεῖδες συμπεφραγμέναι οὐκ εὐαίσθητον οὐδὲ ἐνεργὸν σημαίνουσιν, αἱ δὲ διεστηκυῖαι ἄνανδρον, τὸ δὲ σύμμετρον τῆς ἀνοίξεως αὐτῶν συνετὸν καὶ ἀνδρεῖον. Ὦμοι παχεῖς οὐκ ἐπαινετοί, οἱ δὲ καρτεροὶ ἀν- δρείων ἠθῶν εἰσι, λαγαροὶ δὲ ἀνάνδρων καὶ δειλῶν, οἱ δὲ λεπτοὶ καὶ ὀξεῖς τὰς κορυφὰς κακοηθῶν, εἰ δὲ παντελῶς ἄναρθροι εἶεν, μωρῶν.