Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 2
Not analysed yet
Θείων δὲ ἀνδρῶν εἴπερ ἄλλο τι καὶ τὸ φυσιογνω- μονεῖν εὕρημα πλεῖστα καὶ μέγιστα τοὺς μαθόντας δυνάμενον ὠφελεῖν· οὔτε γὰρ παρακαταθήκην δοίη τις ἂν οὔτε τι κειμήλιον, ἢ γαμετὴν ἢ παῖδας πιστεύσειεν, ἢ καὶ φιλίας ἀπλῶς ἡστινοσοῦν κοινωνήσειε τοῖς ἀπι- στίας ἢ ἀσελγείας ἢ τινος κακουργίας ἐπὶ τῆς μορφῆς σημεῖα προλάμποντα φέρουσι. πάντων γὰρ ὡς ἔπος εἰπεῖν ἀνθρώπων καθάπερ ἀπό τινος θεοπέμπτου καὶ ἀπλανοῦς μαντείας ἦθος καὶ πρόθεσιν βίων ὁ φυσιο- γνώμων ἐπίσταται, ὡς τὰς μὲν τῶν χρηστῶν φιλίας μόνων αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας πρὸ πείρας φυλάττεσθαι. διόπερ τοῖς σώφροσι προσήκει πάσῃ σπουδῇ ταύτης τῆς τέχνης ἐκπονεῖν τὴν σημείωσιν. φυσιο- γνωμονεῖν δὲ 〈EδεῖU+003 μάλιστα σκοποῦντα τὸ ἐξηλλαγμέ- νον παρά τε τὴν ἡλικίαν καὶ τὸ χωρίον εἶδος. πολλοῖς γὰρ ἀπᾴδοντα τῆς τε ἡλικίας καὶ τοῦ ἔθνους σημεῖα πρόσεστιν, ἅτινα πρόδηλον ἔχει τὴν τοῦ εἴδους κατά- ληψιν, προδηλοτέραν δὲ τὰ κατὰ πόλιν καὶ ἔθνη προσ- όντα σημεῖα. ῥᾴδιον γὰρ ὅλου γένους κατὰ φῦλα τῶν ἀνθρώπων ἐπιγνῶναι τοὺς τρόπους, αὐτῶν δὲ τῶν ἐθνῶν τὰ μὲν ἐπίκοινα σημεῖα πάνυ ὀλίγα, κατ’ ἄνδρα δὲ μάλα διαφέρει τὰ σημεῖα. Αἰγυπτίοις μὲν γὰρ τοῖς πᾶσιν ἔπεστι κοινὰ σημεῖα, ἐξ ὦν τὸ γένος ἅπαν φυσιογνωμονεῖται, καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύ. θαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένος, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ διάφορα τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατʼ ἄνδρα, ὠςς ἰδίᾳ διαφέρουσιν, ἢ κατὰ ἔθνη. οὕτω τὸ κατʼ ἄνδρα φυσιογνωμονεῖν ἀτρεκέστατόν ἐστι.