Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 3
Not analysed yet
Τῶν δὲ σημείων αἱροῦ τὰ μέγιστα καὶ δοκιμώ- τατα καὶ ἄλλοις ἄλλων μᾶλλον πείθου· ἄλλα γὰρ ἄλλων δυνάμει προέχει. μέγιστον δὲ αἱ μίξεις τῶν σημείων τὸ διάφορον ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ ἤθη καὶ βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων κατανοεῖται. συμβαίνει δὲ 〈καὶ〉 ἐκστά- σεις τινὰς γίνεσθαι τοῦ εἴδους παρὰ τὸ καθεστηκὸς χαρέντων ἢ λυπουμένων ἢ θυμωθέντων ἢ φοβουμένων ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἢ τινι ἐπιθυμίᾳ ἢ σκεπτομένων ἢ ὁρώντων ἢ ἀκουόντων. καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλʼ ἔστιν ἃ καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι μεταστήσεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐννοεῖν, ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοι- αῦτα εἴ τις ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, ὅπερ ὑπὸ τῶν σημείων δηλοῦται. οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου ἐστί, φροντιστικὸν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖά τινα τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἄν μὴ παρʼ ὃν καιρὸν αὐτὸν ὁρᾶς δόλον τότε ἀρτύῃ τινά, τοῦτον ἀπο- φαίνου δολερόν. τὸν αὐτὸν τρόπον κἂν 〈εἰ〉 θυμου- μένου τις ἔχων σημεῖα [κἄν] μηδεμιᾷ τότε συνέχοιτο ὀργῇ, ὀργίλον αὐτὸν ἐρεῖς. καὶ ἐπὶ τῶν ἄλλων παθῶν παραφυλάξεις ὁμοίως.