Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 21
Not analysed yet
Ὀφθαλμοὶ σκαρδαμύττοντες δειλίας κατήγοροι· εἰ δὲ καὶ ξηροὶ εἶεν, ἐπιβουλεύουσί τινι ἢ δόλον κρύ- πτουσιν ἢ κακόν τι λαθραῖον ἀρτύουσιν. οἱ δὲ αὐτοὶ οὗτοι διάστροφοι ἢ ὕπωχροι ὄντες μωρίαν μαρτυροῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν δεδορκότες κακόν τι ἐοίκασι μηχανᾶσθαι. πρᾶοι δὲ ἑστῶτες ἢ καὶ νοτίδος ἐνούσης φροντιστάς, φιλομαθεῖς, ἥμερα ἤθη κεκτη- μένους, ἐρωτικοὺς δηλοῦσιν. εἰ δὲ ἀσκαρδάμυκτοι ὄντες χροὶ ἢ φοινικοῖ φαίνονται ἅμα ξηρότητι, ἄτην καὶ μνήμην κακῶν καὶ μῆνιν καὶ φθόνου προσβολὴν ἢ ἄλλην δή τινα δαιμονίαν κακότητα ἐμφαίνουσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν ἑαυτοῖς περιδινοῖντο, μανίᾳ κρατερᾷ συνέχονται.