Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 20
Not analysed yet
Ὀφθαλμοὶ πυκνὰ ἀνοιγόμενοι ἐπὶ μέγα καὶ ἅμα ἱστάμενοι ἤ τι νοοῦντες ἢ μετανοοῦντες, τὴν γὰρ ἔν- νοιαν αὐτῶν ὁποία ἐστὶ σημαίνει καὶ ἀναγορεύει σοι τὸ ξηρόν, τὸ ὑγρόν, τὸ σκότιον, τὸ λαμπρόν, τὸ μικρόν, τὸ μέγα, κοῖλον, ὑψηλόν, μαλθακόν, ἀτενές, τἄλλα ἐπὶ τούτοις ἃ πολλάκις εἴρηται. ταῦτα μνημονεύων δυ- νήσῃ καὶ περὶ ὧν μὴ εἴρηται ἐξ αὐτοῦ κρίνων φυσιο- γνωμονεῖν. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκό- τιοι μὲν ὄντες καὶ ὑγροί, φροντισταί· εἰ δὲ πρὸς τῷδε ἤπιον βλέποιεν, προσέσται καὶ χρηστοῖς εἶναι. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξήροὶ μαρμαρύσσοντες ἱλαρὸν καὶ λαμ- πρὸν δεδορκότες ἀναισχύντους καὶ παντόλμους δηλοῦσιν.