Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 23-2
Not analysed yet
Μακρογένυες οὐ πάνυ κακοί, λαλίστεροι δὲ πέρα τοῦ δέοντος καὶ ὑποχαυνότεροι· οἱ δὲ μικρογένυες κακοὶ τὰ πάντα, μάλιστα δὲ ὠμοὶ καὶ ἐπίβουλοι· καὶ γὰρ οἱ ὄφεις τοιοῦτοι. γένυι τῇ κάτω εἰ πάνυ στρογ- γύλον σχῆμα περιγράφει, ἄνανδρόν ἐστι καὶ γυναικεῖον, τὸ δὲ ὑποτετράγωνον ἀνδρεῖον. γένυος τῆς κάτω τὸ ἄκρον ἐσχισμένον ὥστε δικόρυφον γίνεσθαι, εἰ μὲν ἐπὶ πολὺ τὸ σχίσμα εἴη, δολεροὺς σημαίνει· εἰ δὲ αὐταρ- κως ἡ διαίρεσις ἔχοι, εἰς ἀφροδίτην καὶ χάριτας ἔχει τὸ σημεῖον.