Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 24
Not analysed yet
Χείλη δὲ λεπτὰ ἐπὶ στόμασι μείζοσιν ἐπὶ τῇ συγχειλίᾳ χαλαρά, ὡς ἐπιβεβλῆσθαι τοῖς κάτω τὰ ἄνω, μεγαλόνοιαν καὶ ἀνδρίαν δηλοῖ, λεόντων γὰρ ταῦτα, χείλη δὲ ἐπὶ μικροῖς στόμασι λεπτὰ δειλὸν δηλοῖ καὶ ἄνανδρον καὶ δολερόν. στόμα μήτε ἐπίπεδον πάνυ μήτε προπετὲς ἐπαίνει· τὸ μὲν γὰρ προπετὲς ἀνοίας καὶ ματαιολογίας καὶ θρασύτητος, τὸ δὲ χθαμαλὸν δει- λίας καὶ παλιμβουλίας σημεῖον. μικρὸν στόμα γυναι- κείοις ἤθεσι καὶ εἴδεσιν ἔοικε, τὸ δὲ μεῖζον ἀνδρεῖον. ἡ δὲ ἐπὶ πολὺ ἀνατομὴ στόματος πάνυ βορόν, ὠμό- φρονα, ἀνόητον, ἀνόσιον· τοιαῦτα γὰρ τὰ τῶν κητῶν στόματα. ὅσοις κατὰ τοὺς κυνόδοντας κορυφοῦται τὰ χείλη, κακόθυμοι, ὑβρισταί, κράκται, ἐπεσβόλοι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν στόματα. ὅσοις δὲ τὸ πᾶν στόμα πρόκειται ἐπὶ πολὺ τά τε χείλη ἐστὶ παχέα καὶ στρογ- γύλα καὶ ἀνεστραμμένα εἰς τὸ ἔξω, ὑώδεις οὗτοι τὰ ἤθη καὶ τὰ ἔργα. τὸ ἄνω χεῖλος τῷ κάτω ἐπιβεβλῆ- σθαι ἐμφρονέστερον· εἰ δὲ τὸ κάτω χεῖλος προέχοι, ἄκακα μὲν τὰ ἤθη, ματαιόφρονα δὲ ὡς ἐπιπολὺ καὶ ἠλιθιώτερα. στόμα μικρὸν προέχον ἔξω κακοήθους καὶ ἐπιβούλου. στόμα κοῖλον ὡς ἐμβοθρευόμενον φθονε- ρῶν καὶ κακοηθῶν, μάλιστα δὲ ἀκολάστων.