Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 25
Not analysed yet
Ρινὸς τὸ ἄκρον λεπτὸν ἐπιζέειν τὴν ὀργὴν μηνύει, παχὺ δὲ πάνυ καὶ χθαμαλὸν μιαρίαν ἤθους κατηγορεῖ. ῥινὸς τὸ ἄκρον ἁδρὸν καὶ ἀμβλὺ καὶ στρογγύλον καὶ κρατερὸν εἰ θεάσαιο, τοῖς ἔχουσιν ἀν- δρίαν καὶ μεγαλοψυχίαν μαρτύρει εἰς λέοντα ὁρῶν καὶ κυνῶν τοὺς γενναίους. ῥὶς μακρὰ καὶ λεπτὴ πάνυ ὀρνιθῶδες. τοιαῦτα οὖν καὶ τὰ ἤθη προσδόκα. τῆς ῥινὸς τὸ πρὸς τὸ μέτωπον διηρθρῶσθαι καλόν, ἀν- δρεῖον καὶ συνετόν· τὸ δὲ ἐναντίον τούτου θῆλυ καὶ ἀμαθέστερον. ἰθύτης ῥινὸς γλώσσης ἀκράτειαν κατη- γορεῖ. ῥὶς ἡ μείζων ἀμείνων, ἡ δὲ πάνυ μικρὰ κλεπτο σύνης καὶ παλιμβουλίας κατήγορος. γρυποῖς μεγαλόνοια πρέπει, σιμοῖς δὲ λαγνεία. μυκτῆρας ἀναπεπταμένους θυμοῦ καὶ ἀλκῆς μάρτυρας τίθεσο, στενοὺς δὲ ὄντας καὶ στρογγύλους καὶ πεφραγμένους μωρίας. σκολιαῖς δὲ πάνυ ῥισὶ σκολιὰ καὶ τὰ νοήματα ὡς ἐπὶ τὸ πολὺ ἕπεται.