Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 32
Not analysed yet
Εἰ δέ τισι τὸ Ἑλληνικὸν καὶ Ἰωνικὸν γένος ἐφυλάχθη καθαρῶς, οὗτοί εἰσιν αὐτάρκως μεγάλοι ἄν- δρες, εὐρύτεροι, ὄρθιοι, εὐπαγεῖς, λευκότεροι τὴν χρόαν, ξανθοί, σαρκὸς κρᾶσιν ἔχοντες μετρίαν εὐπαγεστέραν, σκέλη ὀρθά, ἄκρα εὐφυῆ, κεφαλὴν μέσην τὸ μέγεθος, περιαγῆ, τράχηλον εὔρωστον, τρίχωμα ὑπόξανθον ἁπα- λώτερον οὖλον πράως, πρόσωπον τετράγωνον, χείλη λεπτά, ῥῖνα ὀρθήν, ὀφθαλμοὺς ὑγροὺς χαροποὺς γορ- γοὺς φῶς πολὺ ἔχοντας ἐν ἑαυτοῖς· εὐοφθαλμότατον γὰρ πάντων 〈τῶν〉 ἐθνῶν τὸ Ἑλληνικόν.