Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 33
Not analysed yet
Δῆλον δὲ ἀπὸ τῶν προλελεγμένων, ὡς ἡ μὲν μέλαινα χροιὰ δειλίαν καὶ πολυμηχανίαν μηνύει, ἡ δὲ λευκὴ καὶ ὑπόξανθος ἀλκὴν καὶ θυμὸν λέγει, τὸ δὲ πάνυ λευκὸν ἄκρατον εἰς ἀνανδρίαν φέρει, πυρρὸν δὲ τὸ σῶμα πᾶν δολεροῦ καὶ πολυτρόπου ἀνδρός ἐστι δεῖγμα. χροιὰ δὲ ἀνατετραμμένη ὑπόχλωρος δειλίας ἅμα καὶ κακομηχανίας σημεῖον, εἰ μὴ ὑπὸ νόσου γε- γένηται. τὸ δὲ μελάγχλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, λάλον, ὀργίλον, γλώσσαλγον, τὸ δὲ φλο- γοειδὲς χρῶμα ἐμμανές, τὸ δὲ πράως ἐρυθρὸν εὐφυές, εὐμαθές, ὀξυκίνητον.