Ancient Greek
34 to 35
Adamantius Judaeus, Physiognomonica 34-35
Not analysed yet
ταῦτα μὲν περὶ παντὸς 〈τοῦ〉 σώματος· κατὰ μέρος δέ, τὰ στέρνα ὑπέρυθρα ὄντα ζέειν ἔνδον τὴν ὀργὴν ἀπαγγέλλει, ὥσπερ εἴ τις καὶ τὰς περὶ τὸν αὐχένα φλέβας καὶ τὰς ἐν τοῖς κροτάφοις οἰδούσας ἔχει, ὡς ἐμφανεῖς εἶναι καὶ αἱματώδη ἔχειν τὴν χρόαν. Πρόσωπα αὐτὰ καθʼ ἑαυτὰ ἐρυθρὰ αἰσχυντη- λοὺς δηλοῖ· εἰ δὲ μόναι αἱ παρειαὶ τοιαται εἶεν, οἰνόφλυγας σφᾶς λέγε.