Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 37
Not analysed yet
Ἄνδρα οὐλότριχα 〈πάνυ〉 δειλὸν καὶ κερδα- λέον λέγε, τὸν δὲ ἰθύτριχα ἀγριώτερον καὶ ἀνοητότερον. ἀρίστη δὲ κόμη ἡ τὸ μέσον τούτων ἔχουσα, ὥσπερ καὶ πυκνότης τριχῶν ἄκρα θηριώδης καὶ ψεδνότης δὲ κακο- ηθείας καὶ δόλου σημεῖον, τὸ δὲ τούτων μέσον ἐπαινε- τόν. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον. οὐ μὴν αἱ πάνυ σκληραὶ τρίχες ἀγαθαί, ἀγριότητος γὰρ τὸ σημεῖον· τὸ δὲ μέσον καὶ ἐν τούτοις ἄριστον. μέλαινα κόμη δειλίαν καὶ πολυκέρδειαν ἀγγέλλει, ἡ δὲ ἄγαν ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν καὶ Κελτῶν, ἀμαθίαν καὶ σκαιότητα καὶ ἀγριότητα, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμαθίαν καὶ ἡμερότητα καὶ εὐτεχνίαν συντείνει. πυρρότης δὲ ἄκρατος κατὰ τὸ τῆς ῥοιᾶς ἄνθος οὐκ ἀγαθόν, ὡς ἐπὶ πλεῖστον γάρ ἐστιν αὐτῶν τὰ ἤθη θηριώδη καὶ ἀναίσχυντα καὶ φιλοκερδῆ. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμα- θίαν καὶ ἀγριότητα σημαίνει. ὅσοις δὲ ὀσφύες καὶ μηροὶ χωρὶς τῶν ἄλλων μερῶν πολύτριχές εἰσι, λαγνείας εὐτυχοῦσι. γαστέρα καὶ στήθη ἐπὶ πολὺ κομῶντας κου- φόνους καὶ ἀλλοπροσάλλους καὶ ἀσελγεῖς λέγε. στέρνα δὲ αὐτὰ καθʼ ἑαυτὰ τετριχωμένους θριξὶν ἀμφιλαφέσι θερμοβούλους καὶ εὐψύχους λέγε. ὤμους δὲ καὶ μετά- φρενα τετριχῶσθαι ὀρνίθιον ἄντικρυς· μετάρσια γὰρ νοήματα καὶ οὐ στερεὰ δείκνυται. τὸ δὲ πᾶν σῶμα δεδασύνθαι τριχὶ στερεᾷ καὶ ἀμφιλαφεῖ βοῶδες. τοῦ δὲ αὐχένος τὸ πρὸς τῇ κεφαλῇ δεδασύνθαι πρὸς ἀλκῆς τε καὶ εὐψυχίας νόμιζε. καὶ τοῦ μετώπου δὲ εἰ εἰς τὸ μέσον ἐπικαταβαίνοι ἡ χαίτη, εἰς δὲ τὰ ἑκατέρωθεν ὑποχωροίη, μεγαλοψυχίας καὶ ἀλκῆς πλήρης ὁ τοιοῦτος. τρίχες δὲ ὀρθαὶ ἑστῶσαι δειλίας καὶ κακομηχανίας μάρτυρες. ὅσοις τῶν ὀφρύων τὰ 〈μὲν〉 πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ δὲ ἐφʼ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους ὑσὶν εἴκαζε. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἀνία.