Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 38
Not analysed yet
Περὶ δὲ κινήσεως τάδε ἴσθι, ὡς τὸ μὲν αὐτὸ- φυὲς αὐτῆς καὶ ἀπρονόητον χρὴ διαγινώσκειν κατὰ τὸ πρέπον. ὅσοι δὲ σχηματίζουσιν ἑαυτοὺς καὶ κινοῦνται ἐπιτετηδευμένως, φυσιογνωμόνει καὶ τούτους. τριπλοῦν δὲ τὸ γένος τούτων. οἱ μὲν γὰρ σεμνότητα περινοοῦσιν ἀρχὰς καὶ δυνάμεις ἐν πόλει μνώμενοι καὶ γάμους ἐν- δόξους, ἐνίοτε δὲ εἰς εὐτέλειαν καὶ φειδωλίαν καὶ εἰς περιχαρίαν καὶ εἰς στυγνότητα ἑαυτοὺς μετατυποῦσι, διʼ οὗπερ ἂν ἀρέσειν τρόπου τούτοις νομίσωσιν οὓς θεραπεύουσιν. ἕτεροι δὲ ἁβρύνονται αὐτῶν, οἱ μὲν γὰρ παιδικοῖς ἀρέσαι βουλόμενοι, οἱ δὲ ἄνδρας ἐφʼ ἑαυτοὺς ὥσπερ γυναῖκες προκαλούμενοι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν ἀνδρογύνων μὲν ὄντων φύσει, πλατ- τόντων δὲ ἑαυτοὺς εἰς τὸ ἀνδρεῖον· οἳ φωρῶνται ῥᾳ- δίως. καὶ γὰρ βάδισμα καὶ φθέγμα καὶ βλέμμα μι- μεῖσθαι σπουδάσαντες ἀνδρός, εἴπερ ἐξαίφνης φοβηθεῖεν ἢ καὶ ἀνιαθεῖεν, ταχὺ παλινδρομοῦσιν εἰς τὴν ἑαυτῶν φύσιν. καὶ χωρὶς δὲ τούτου τὸ ἐπιτηδευόμενον αὐτοῖς οὐ χαλεπῶς ἄν τις καταμάθοι.