Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 4
Not analysed yet
πόσοις γε μὴν γυναικεῖον εἶδος ἐπιπρέπει ἔν τε τοῖς ὀφθαλμοῖς καὶ τοῖς ἄλλοις, τὰ μὲν εἰς ἡδυπά- θειαν καὶ ἀφροδίτην εἰσὶ γυναικεῖοι, τολμηροὶ δὲ καὶ ἀναιδεῖς καὶ πανουργίαις καὶ ἀπάταις καὶ ἀπιστίαις χαίροντες· καὶ γὰρ ταῦτα γυναικεῖα. ὅσοι δὲ νέοι ὄντες εἶδος ἔχουσι γηραιόν, οὗτοι δειλοὶ καὶ δύσκολοι καὶ ὕποπτοι καὶ φειδωλοὶ καὶ εὐλαβεῖς καὶ εὔβουλοι καὶ ὅσα ἄλλα ἀγαθὰ ἢ κακὰ τῷ γήρᾳ πρόσεστιν, ἔχουσιν. ὅσοι δὲ αὖ εἰς γῆρας εἴδη διαφυλάττουσι παιδικά, οὗτοί εἰσι φιλοπαῖκται φιλογέλωτες κακῶν ἀπαθεῖς ἁπλοῖ καὶ συνελόντα εἰπεῖν κατὰ τὸ εἶδος ὅ τι κέκτηνται. γίνεται δὲ ἐν ἀνθρώποις 〈καὶ〉 εἴδη ὀρνιθοειδῆ τε καὶ θηριοειδῆ, οὐ παντελῶς, ἀλλὰ τρόποις ἐξεικασμένα τοῦ μὲν πλέον, τοῦ δὲ ἔλασσον τοῦ θηριοειδοῦς ἔχοντος. εἰς ὅ τι οὖν τοῦ θηρίου ἡ μορφὴ τοῦ ἀνθρώπου φέρει καὶ εἰς ὅσον, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν αὐτόν. καὶ εἰ πολλῶν δὲ θηρίων συντρέχοιεν εἰς τὸν αὐτὸν ἄνθρωπον τύποι, ἀπὸ πάντων τούτων χρὴ φυσιογνω- μονεῖν αὐτόν· ὅσα γὰρ εἴδη οἱ ἄνθρωποι, τοσαῦτα καὶ ἤθη κέκτηνται. σημεῖά τέ ἐστι παντὶ τῷ τοῦ ἀνθρώ- που σώματι, καὶ φωνὴ δὲ καὶ πνεῦμα καὶ χρόα εἰς τὸ φυσιογνωμονεῖν συντελεῖ· τὰ δὲ πολλὰ τῶν σημείων καὶ τὰ σύνολα τοῖς ὀφθαλμοῖς ἐνίδρυται, καὶ ὥσπερ διὰ πυλῶν, τούτων ἡ ψυχὴ διαφαίνεται. δεῖ δὲ ἀκρι- βῶς τε καὶ λεπτῶς ὁρᾶν τε καὶ καταμετρεῖν τὰ ὄντα ἐν αὐτοῖς σημεῖα· μικρὰ γὰρ ὄντα μεγάλας ἔχει τὰς διαφοράς. χρὴ μέντοι μὴ προλέγειν τοῦτον ὃν μέλλεις φυσιογνωμονεῖν, ἵνα μὴ κατασκευάσῃ ἑαυτὸν μετα- σχηματίζων καὶ ταράξῃ τὰ σημεῖα.