Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 40
Not analysed yet
χεῖρας δὲ καὶ πόδας καλόν ἐστι φορᾶς τε ἔχειν κατὰ ταὐτὸν τῷ παντὶ 〈σώματι〉 καὶ κινήσεως. ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος καὶ ἅμα πράως κεκυφὼς μεγαλονοίας καὶ ἀνδρίας εὖ ἥκει· οὕτω γὰρ καὶ λέων βαίνει. ὁ δὲ ἐν τοῖς ὤμοις ὑπο- κινούμενος, ὀρθὸς δὲ ὢν καὶ ὑψαυχενῶν αὐθάδης τε καὶ 〈ἀπειθὴς καὶ〉 ὑβριστής· οὕτω γὰρ βαίνει ἵππος. καὶ τὰ λοιπὰ δὲ ἀπὸ τούτων συμβαλεῖν ἂν δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθʼ ἕκαστον τῶν μελῶν ἀνδρόγυνοί εἰσι, τοῦτο γὰρ ἄντικρυς γυναι- κεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες αὐτοὺς εἰς τὰ δεξιὰ 〈ἐν〉 τῇ κινήσει· οἱ δὲ εἰς τὰ ἀριστερὰ ἀπο- κλίνοντες ἀνοητότεροι. ὅσοι δὲ κατακλῶσι σφᾶς αὐτοὺς καὶ ἐγκλίνουσι, κόλακές εἰσι· τοῦτο γὰρ ποιεῖ ὁ κύων, ὅταν σαίνῃ καὶ θωπεύῃ.