Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 39
Not analysed yet
,Οἱ μακρὰ βαίνοντες τελεστικοὶ παντὸς πράγμα- τος, μεγαλόνοι· οἱ μικρὰ βαίνοντες ἄπρακτοι, πικροί, ἔνιοι δὲ καὶ φειδωλοὶ καὶ ἐπίκλοποι τὰ ἤθη καὶ λα- θραῖα βουλευόμενοι. ταχυτὴς δὲ ἐν κινήσει ἅμα μὲν ὀρθότητι καὶ λαμπρότητι εἴδους θερμόβουλον, ἐγχειρη- τήν, 〈οὐ〉 δράστην ἔφηνεν. εἰ δὲ ταχὺ βαίνων ὑφορῷτο καὶ πτώσσοι καὶ τὸ πᾶν εἶδος καθέλκοι καὶ συνάγοι ἑαυτόν, φειδωλίας καὶ δειλίας καὶ κακομηχανίας καὶ ἀνελευθερίας πιστὰ παρέχει τεκμήρια. ἅμα δὲ κινήσει ταχείᾳ τάραχος ἐν ὀφθαλμοῖς καὶ κεφαλῆς ἀστασία καὶ ἄσθυατα ταῦτʼ εἴδη κακορέκτου καὶ μεγαλορέκτου καὶ φευκτέου ἀνδρός. ὁ δὲ ταχὺ μέν, μικρὰ δὲ βαίνων φιλοκερδής, κακοῦργος δειλίας τε εἰς ἄκρον ἥκων. σχο- λαία βάδισις αὐτοφυὴς μὲν νωθεστέρα, βαθυγνώμων δὲ καὶ πραεῖα, εἰ μὴ ἀντιλέγοι τὰ μείζω σημεῖα. εἰ δὲ ἑκὼν βραδύνοι καὶ ἐφιστάμενός γε ἐν ταῖς ὁδοῖς περιβλέποι ὑψαυχενῶν, ἴσθι ὑβριστὴν ὄντα καὶ ὑπερ- ήφανον καὶ μοιχικόν.