Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 58
Not analysed yet
Γινώσκονται δὲ καὶ μωροπόνηροι ἔχοντες μικτὰ σημεῖα μωρίας καὶ πονηρίας . . . . . . κατὰ τοῦτο οὖν εἰσι μωροπόνηροι, ὥσπερ τῶν θηρίων ὅσα τοῦ αὐτοῦ γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά ἐστι. τούτων γὰρ τὰ καθʼ ἕκαστον ἐπισκοπῶν εἴσῃ, ὡς ἔοικε μὲν ἀλλήλοις τὰ εἴδη ἐκατέρων, ὅμως δὲ τὰ μὲν τῶν ἡμέ- ρων ἐστὶν εὐηθικώτερα, τὰ δὲ τῶν ἀγρίων τραχύτερα καὶ σκαιότερα καὶ ταραχωδέστερα ὡς τὸ πολύ. ὅπερ ἂν ἐπισκέψαιο μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προ- βάτων καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα γὰρ τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ λειότερα καὶ ἠπιώτερα, τὰ δὲ ἄγρια [καὶ] τραχύτερα καὶ σκληρότερα καὶ σφοδρότερα καὶ ξηρότερα, καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ.