Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 59
Not analysed yet
καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν. τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας καὶ ἐν ἀνθρώποις φαίνεται καθʼ ἕκαστα τῶν σημείων. δίκαιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γινώσκονται, ἀλλʼ οἱ μὲν ἀγριώτερα τὰ ἤθη ἔχουσιν, οἱ δὲ ἡμερώτερα· καὶ σώφρονες ὑμοίως καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὴ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει. καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσπεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιω- τέραν δείκνυσι· καὶ ἐν τοῖς ἀνδρογύνοις οἱ μὲν ἄγριοι, ἕτεροι δὲ τιθασσοί εἰσι, καὶ τούτων αὐτῶν οὐκ ἄλλῳ τῳ τὰ σημεῖα ἀλλʼ ἢ μόνοις οἷς εἴρηκα διαιρεῖται.