Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 6
Not analysed yet
Πεπηγότες ὀφθαλμοὶ πάντες ἄτοποι· οἱ μὲν γὰρ ὑγρότεροι δειλούς, οἱ δὲ ξηρότεροι μάργους, οἱ δὲ ὠχρότεροι ἐμβροντήτους σημαίνουσιν. ὅσοι δὲ καὶ τὰς ὀφρῦς ἐπαίρουσι καὶ τὸ πνεῦμα ἀνασπῶσι, δύσβουλοι, ὠμόφρονες, κακοφραδέες, [κενεόφρονες,] παλίγκοτοι. ὀφθαλμοὶ ἑστηκότες ὑπέρυθροι μεγάλοι γαστριμαργίας καὶ λαγνείας μάρτυρες. ἐὰν δὲ τῶν τοιούτων καὶ τὰ κάτω τῶν ὀφθαλμῶν ἀποσχίζοιτο, ταῦτά τε κατηγορεῖ καὶ ἀναίδειαν, ἀδικίαν, ἀπληστίαν, ἀμηχανίαν. ὀφθαλ- μοὶ μικροὶ ἑστῶτες φαίνουσι φιλοχρήματον καὶ πάν- τοθεν κέρδη περινοοῦντα. εἰ δὲ καὶ τὸ μέτωπον ἅμα ταῖς ὀφρύσι σπῴη εἰς τὸ μέσον, κερδαλεώτερός ἐστιν ὁ ἀνήρ. εἰ δὲ καὶ τὸ πᾶν σῶμα ἄμα τοῖς σημείοις τούτοις καθέλκοιτο, πρόσεστι καὶ τὸ ὀργίλον αὐτὸν εἶναι καὶ βοητήν. γλαυκοὺς ὀφθαλμοὺς πεπηγότας ἀλαμπεῖς ἔχοντι μήποτε φιλίαν συνάψῃς μηδὲ γείτονα σχεῖν ἢ συνοδίτην εὔξῃ· δολερὸς γὰρ οὗτος καὶ εἰς τὰ δεινὰ ἀγρυπνῶν ἐπὶ συμφοραῖς ἑταίρων. ὀφθαλμοὶ ἑστῶτες μικροὶ ὑγροί, μέτωπον ἀνειμένον, βλέφαρα κινούμενα δεικνύουσιν ἄνδρα φροντιστήν, φιλολόγον, φιλομαθῆ. τοῦτο μόνον πεπηγότων ὀφθαλμῶν σχῆμα βέλτιστον.