Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 7
Not analysed yet
Ὀφθαλμοὶ κινούμενοι ταχέως ταραχώδη, ὑπο- νοητήν, ἄπιστον, μελλητὴν μᾶλλον ἢ δραστήριον δη- λοῦσι. καὶ οἱ μὲν μετὰ τῶν ὀφθαλμῶν κινοῦντες τὰ βλέφαρα ἐπιπλεῖστον 〈δειλοὶ〉 καὶ ἀνάλκιδές εἰσι τὴν ψυχήν, οἱ δὲ τοὺς μὲν ὀφθαλμοὺς ταχὺ κινοῦντες, τὰ δὲ βλέφαρα οὐχ ὁμοίως θαρσαλέοι οὗτοί εἰσι καὶ τολ- μητίαι ἐν τοῖς δεινοῖς. οἱ δὲ βραδυκίνητοι νωθεῖς, ἀργοί ,δυσαίσθητοι ,χαλεπῶς ἀρχόμενοι ,δυσκατά- παυστοι. τὸ δὲ μέσον τῆς κινήσεως μέσα πάντων ὧν εἶπον σημαίνει. ὀφθαλμοὶ πάντη περιθέοντες ἀχλυώ- δεις μαργοσύνης κατήγοροι. ὀφθαλμοῖς μεγάλοις τρέ- μουσιν ἀποπληξίαν καὶ μαργοσύνην καὶ γαστριμαργίαν καὶ οἰνοφλυγίαν καὶ λαγνείαν τεκμαίρου. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι γλαυκοὶ ἀναιδεῖς, ἄπιστοι, ἄδικοι, τὰ ἀλλότρια πράσσοντες κακά ,ζῶντες ἀπὸ συμφορῶν. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι χαροποὶ ἢ μέλανες τὰ αὐτὰ σημαίνουσι, παρόσον οἱ μὲν χαροποὶ ἐμπληκτότεροι καὶ ἀβουλότεροι, οἱ δὲ μέλανες δυσοργητότεροι καὶ ἀν- αίσχυντοι. ὀφθαλμοὶ κλυζόμενοι κυμαίνοντες ἐν αὐτοῖς εἰς ἀφροδίσια καὶ εὐπάθειαν ἐπτόηνται, οὔτε δὲ ἄδικοι οὔτε κακοῦργοι οὕτε φύσεως φαύλης οὔτε ἄμουσοι.