Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 60
Not analysed yet
Ὥσπερ καὶ τοῦ μωροπονήρου τετανόθριξ ἡ κεφαλὴ στενὴ λοξή, ὦτα ὑπερμεγέθη ἐπικεκλασμένα, αὐχὴν καὶ τράχηλος σκληρός, 〈κρόταφοι στρογγύλοι γλαφυροί, μέτωπον στενὸν τραχύ,〉 ὀφθαλμοὶ ξηροὶ σκότιοι μικροὶ κοῖλοι ὑπορρέοντες ἀτενεῖς, παρειαὶ στεναὶ ἐπιμήκεις, γένειον μακρόν, στόμα ἄθυρον περί- μηκες ἄκλειστον, ὡς διεσχισμένα τὰ πρόσωπα φαί- νεσθαι, κυρτός, προγάστωρ, παχυσκελής, ποδῶν καὶ χειρῶν ἄρθρα 〈περιμήκη〉 παχέα καὶ σκληρά, ὑπό- χλωρος, κυλοιδιῶν ὥσπερ ἐξ ὕπνου καὶ κραιπάλης, φωνὴ βληχώδης μικρὰ θρασεῖα.