Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 8-2
Not analysed yet
Κνῆμαι εὖ μεγέθους ἔχουσαι διηρθρωμέναι στε- ρεαὶ γενναίου ἀνδρὸς καὶ εὐφυοῦς, ἁπαλαὶ δὲ καὶ ἄναρθροι δειλοτέρου καὶ ἀνανδροτέρου· αἱ δὲ λεπταὶ πάνυ δειλοῦ καὶ κακοήθους, αἱ δὲ πρὸς τούτῳ νευ- ρώδεις καὶ ἀκολασίας πολλῆς μετέχοντος. ὅσαι δὲ τῶν κνημῶν κατὰ τὸ μέσον πλήρεις εἰσὶν ὡς κύουσαι, βδε- λυροὺς καὶ ἀκολάστους καὶ ἀναιδεῖς δηλοῦσιν· ὡς τὸ πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπές, ἀμαθές. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ τῶν μηρῶν λέγε.