Ancient Greek
9 to 15
Adamantius Judaeus, Physiognomonica 9-2-15
Not analysed yet
Οἱ τὰ γόνατα ἔσω νεύοντες ὥστε συγκρούειν, γυναικεῖοι καὶ θηλυδρίαι. Ισχία παχέα γυναικεῖα, ὁστώδη δὲ ἀνδρεῖα, λεπτὰ δὲ ὀλιγόσαρκα ῥικνά, ὥσπερ ἐκτετηκότα, πανούργου πρὸς ἀνδρός. τοιαῦτα γὰρ καὶ τὰ πιθήκων. Ὀσφὺς ὀστώδης 〈καὶ〉 καρτερὰ ἀνδρεία, σαρ- κώδης δὲ καὶ μαλακὴ γυναικεία· ἡ δὲ εἰς ὀξὺ ἀπηγμένη ἀκολασίαν καὶ δειλίαν κατηγορεῖ. Νῶτον πλατὺ στερεὸν ἄνδρα γενναῖον, θυ- μοειδῆ ποιεῖ, τὸ δὲ ἐναντίον τὰ ἐναντία λέγει. Κυφὸς ἀνὴρ οὐκ ἀγαθός, εἰ μὴ ὑγρομέλεια αὐτῷ καὶ τὰ ἄλλα σημεῖα ἀστεῖα προσείη, τὸν δὲ εὔ- ζωνον φιλόθηρον νόει. Πλευραὶ λεπταὶ καὶ ἀσθενεῖς ἀνανδρίαν, δει- λίαν, αἱ δὲ πάνυ σκληραὶ καὶ σαρκώδεις ἀμαθίαν, αἱ δὲ περιφερεῖς καὶ πλήρεις, ὡς οἰδοῦσαι, φλυαρίαν καὶ κακοήθειαν δημαίνουσιν. Γαστέρες λαγαραὶ εὐρωστίαν ψυχῆς καὶ μεγαλο- φροσύνην σημαίνουσιν, αἱ δὲ ἰσχναὶ πάνυ καὶ κεναὶ δειλίαν καὶ κακοήθειαν καὶ γαστριμαργίαν σημαίνουσι. γαστέρες μεγάλαι σαρκώδεις, εἰ μὲν μαλθακαὶ εἶεν καὶ ἐκκρεμεῖς, ἀναισθησίαν, οἰνοφλυγίαν, ἀκολασίαν, εἰ δὲ σκληραῖς σαρξὶ συμπεπηγυῖαι, γαστριμαργίαν καὶ παν- ουργίαν ἐμφαίνουσιν. Ὁπόσοις τὸ ἀπὸ τοῦ ὀμφαλοῦ χωρίον ἄχρις ἄκρου στήθους καταμετρούμενον μεῖζον εὑρίσκεται ἢ τὸ ἐντεῦθεν ἄχρις ἐκφύσεως τοῦ τραχήλου, βοροὶ καὶ γαστρίμαργοι γίνονται. στήθη μεγάλα ἀρθρώδη ἐπαίνει, λεπτὰ δὲ καὶ ἀσθενῆ μικροψυχίαν καὶ ἀνανδρίαν δηλοῖ, πολύσαρκα δὲ ἀμαθίαν καὶ σκαιότητα. ὅσοις δὲ οἴ μαστοὶ ἐκκρεμεῖς εἰσι καὶ τὸ πᾶν στέρνον 〈μέγα καὶ〉 ἀμφιλαφὲς σαρκὶ λαγαρᾷ, λάγνοι καὶ οἰνόφλυγες.