Ancient Greek
531.2
Adrianus Rhetor, Meletai 531.2
Unproofread scanNot analysed yet
ΤΟΥ ΑΥΤΟΥ 4. Περὶ προόδου τοῦ Βαβυλωνίων βασιλέως. Τὸ ἅρμα, ἐφ’ ᾧ φέρεται ὁ βασιλεὺς, ἅπαν ἐλέφαντός ἐστιν εἰργασμένον, ἐγγύτατα ἀπῆνης Ἑλληνικῆς· αἱ δὲ ἡνίαι τῶν ἵππων εἰσὶ πορφυραὶ ταινίαι· ἐφέστηκε δὲ ὁ βασιλεὺς σκευὴν ἐσκευασμένος ἐξαιρετον, ἐν ᾧ μήτε θηρᾷ, μήτε δικάζει, μήτε θύει, ἀλλὰ πομπεύει μόνον· ἐστὶ δὲ ἄλουρις χρυσή, ἐξ ἧσου γὰρ ὁ χρυσὸς ὑφανται τῇ πορφύρᾳ· φέρει δὲ καὶ σκήπτρον ἐλεφάντινον, ᾧ τὴν χεῖρα τὴν δεξιὰν μετέωρον ἐρείδεται· ἡγοῦνται δ’ ἱππεῖς, σκηπτοῦχοί τε καὶ σατράπαι καὶ ἱππάρχαι, καὶ χιλίαρχοι, οἷς τι μέτεστι τοῦ ἔργου, οἱ μὲν πεζοὶ ἀργυράσπιδες· ἐπὶ δὲ ἀργυροθώρακες, ψειλίοις μὲν τὰς χεῖρας, στρεπτοῖς δὲ διὰ τοὺς τραχήλους κεκοσμημένοι· περὶ δὲ ταῖς κεφαλαῖς οὐ κράνη περιτιθενται, ἀλλὰ ἐπάλξεων σημεῖα, καὶ πύργων στεφανοῦντα τὴν κεφαλὴν καὶ σκέποντα· καὶ ταῦτα μὲν ἀργύρου καὶ χρυσοῦ πεποιημένα. ἐστὶ δὲ ἄλλα καὶ λιθοκόλλητα τοῖς κρειττοσιν· ὀλίγοι δὲ καὶ στεφάνοις χρυσοῖς ἀναδέδονται, οἷς ἂν ἐκ βασιλέως δοθῇ, οἱ δ’ ἐφ’ ἵππων ἐλαύνουσι Νισαίων, τῶν μὲν τὸν πολεμικὸν τρόπον ἐσκευασμένων, προμετωπίδιοις τε καὶ στερνidioiς καὶ παραπλευρίδιοις, καὶ παραμηρίδια τοῖς ἱππεῦσι περῖκεται, τῶν δὲ εἰς