Ancient Greek
532.1
Adrianus Rhetor, Meletai 532.1
Unproofread scanNot analysed yet
ΑΔΡΙΑΝΟΥ 252 πομπὴν ἡσκημένων χρυσοχαλίνων πάντων, ὥσπερ εὐδαιμόνων γυναικῶν, ζωστήρες τε, καὶ τελαμῶνες καὶ ἐριππα, οὐδὲν οὐδὲ τούτων ἐστίν, ὃ μὴ χρυσήλατόν ἐστιν, ἢ χρυσόπαστον· τρίχες δὲ τῶν ἵππων οὖλαι διαπλέκονται, καθάπερ πλόκαμοι γυναικῶν, καὶ διαδονται, καὶ περισφίγγονται πορφυραῖς τε καὶ ποικίλαις ζώαις· αἱ δὲ ἐν ταῖς ἱππολοιρίαις ἐνθεν καὶ ἐνθεν αἰωροῦνται καὶ καθίενται κατὰ τῶν αὐχένων, αἱ μὲν ἁπαλαί, αἱ δὲ ὀρθαί, αἱ δὲ οὖλαι, αἱ μὲν φύσει πεφυκυίαι, αἱ δὲ διὰ τέχνης ἠναγκασμέναι· πλάττονσι δὲ αὐτῶν καὶ βαδίσματα, καὶ βλέμματα, καὶ νεύματα, καὶ φρονήματα, ἐνίων δὲ καὶ τὰ φωνήματα, καὶ χρεμετίσματα· πομπευτὴς γὰρ ἵππος πάντα διδάσκεται· πρῶτον μὲν γὰρ αὐτὸς 253 ἔκτεινας εἰς τὸ ἔδαφος τοὺς πόδας, καὶ χαμαιπετὴς γενέμενος ἀναβάτην λαμβάνει, καὶ τρυφῶντα, καὶ κάμνοντα, ὁ δὲ ἐπὶ τὸ σοβαρώτερον πεπαιδευμένος, οὐκ εἰς γαστέρα καθίεται, ἀλλ’ εἰς γόνατα πίπτει, ἵνα δοξῇ τὸν ἱππία δέχεσθαι, καὶ προσκυνεῖν· ἔπειτα παρἔχει ὑγρὰν τὴν ὄψιν, καὶ κραδαινομένην ἐν τῷ δρόμῳ δίχην ἐρπετοῦ· διδάσκει δὲ καὶ ὀνθμίξεν ἑαυτὸν καὶ σχηματίζειν, καὶ ταῖς ὄσιν ἐμπνεῖν, καὶ τοῖς ὀφθαλμοῖς ἐμβλέπειν, καὶ ὑπναχενεῖν, καὶ σοβεῖν, καὶ γανριᾶν, καὶ πάντα ὅσα καὶ ἀθλητὴς ἐπιδείκνυσι τῷ θεάτρῳ· ἐκ δὲ τούτων ὁ μὲν ἵππος εὐειδέστερος φαίνεται, ὁ δὲ ἱππεὺς σοβαρώτερος γίνεται.