Ancient Greek
532.3 to 533.7
Adrianus Rhetor, Meletai 532.3-533.7
Unproofread scanNot analysed yet
254 5 Θανάτου καταφρονήσας ἄνθρωπος δεσπόπότην οὐκ ἔχει. Τὰ ἐνύπνια ὑπὸ μὲν τοῦ δαιμονίου πέμπεται, ὑπὸ δὲ τῆς ἑκάστου ψυχῆς τῶν ὁρώτων πλάττεται, καὶ τῆς μὲν φύσεως αὐτῶν ὁ θεὸς ἐστι χορηγός, τῆς δὲ ἰδέας ἡμεῖς αὐτοὶ δημιουργοί. Φιλαίτιοι τὰς φύσεις εἰσὶν οἱ βάρβαροι, καὶ πρό- 5 χειροὶ τὰς ὁρμὰς, ὀλίγα μὲν χρώμενοι τοῖς λογισμοῖς, τὰ πολλὰ δὲ τοῖς πάθεσιν εἰκόντες. \"Οταν ἔρως ζηλοτυπίαν προσλάβῃ, τύραννος ἐκ βασιλέως γίνεται. Ὡεῖς οἱ τῶν ἐρώτων λογισμοί, καὶ πρόχειροι ὑπο- 255 πτεύσαι, δεινοὶ δὲ εἰκᾶσαι, ἐνθεοὶ δὲ μαντεύσασθαι. Πάντας μὲν ἀνθρώπους ἐξίστησιν ἔρως, εὐνούχους δὲ ποιεῖ φονικωτέρους, ὥσπερ οἶνος Σκύθας· φονᾶ γὰρ Σκύθης μὲν πιῶν, εὐνοῦχος δὲ ἐρῶν. 10