Ancient Greek · ~1 min
Ἀνθεμίων Δράκητι.
Aelian, ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Ἀνθεμίων Δράκητι.
Not analysed yet
τί σοι καλὸν εἴργασται καὶ τί σοι πεπόνηται χρηστόν; ἐγὼ γὰρ ἀμπελίδος ὄρχον ἐλάσας, εἶτα μοσχίδια συκίδων παραφυτεύσας ἁπαλά, καὶ ἐν κύκλῳ περὶ τὸ αὔλιον κατέπηξα ἐλᾷδας. εἶτά μοι δεῖπνον καὶ πίσινον ἔτνος, καὶ τρεῖς ἁδρὰς ἐξεκάναξα κύλικας, καὶ ἄσμενος κατέδαρθον.