Ancient Greek · ~3 min
Fragment 49
Aelian, Ἀποσπασμάτια 49
Not analysed yet
καὶ ἐδόκει περὶ τὴν ἄνθρωπον ἀκρατῶς ἠνεμῶσθαι. οἶκτόν γε μὴν καὶ δάκρυα ἐμβαλοῦσα πάντας, ὡς καὶ τοὺς ἀτέγκτους τε καὶ ἀτεράμονας τέγξαι. ἀποστείλας τοὺς ἀγριωτάτους τῶν δορυφόρων ἐξήρπασε τὴν γυναῖκα, καὶ πρὸς βίαν ᾔσχυνε ποτνιωμένην καὶ θρηνοῦσαν. οὐδαμῆ φορητὸν εἶναι τὸν βίον ἑαυτῇ μετὰ τὴν εὐνὴν τὴν ἄθεσμον πεπιστευκυῖα, θεοκλυτοῦσα καὶ μυρίας ἀρὰς Ἐφεσίοις ἐπαρωμένη, εἰ μὴ πράξαιντο τιμωρίαν τούτοις παρὰ τῶν τυράννων, ἑαυτὴν διέφθειρε. οὐ μὴν ἔμελλον αἱ ἀραὶ λήθῃ δοθήσεσθαι. λοιμὸς γὰρ τῇ Ἐφέσῳ πόλει ἐνήκμαζεν οἷος βαρύτατος, προμοίροις δὲ θανάτοις διεφθείροντο ἡ νεολαία, καὶ ἦν ἀγονία γυναικῶν καὶ μέντοι καὶ τῆς ἀγέλης τῆς τετράποδος. καὶ τὴν τῶν τετραπόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν. ἣ δὲ ὑπὲρ τῆς ἀσεβοῦς μίξεως ἀλλαξαμένη βρόχον.